Страница 27 из 39
23. Τὰ µὲν οὖν τῶν νοσησόντων ἐν τῷ µεταξὺ τὴν ἰδέαν ἐστὶ τῶν τε τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσι συµβαινόντων. κατὰ φύσιν µὲν γὰρ ἅπαντα τοῖς ὑγιαίνουσιν ὑπάρχει, παρὰ φύσιν δὲ τοῖς νοσοῦσιν, καθόσον νοσοῦσιν. ἐν µεθορίῳ δὲ τούτων ἐστὶ τὰ δηλωτικὰ σηµεῖα τῶν νοσησόντων, ἔνια µὲν ἐκ τοῦ γένους ὑπάρχοντα τῶν κατὰ φύσιν, ἀλλὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς ὑπηλλαγµένα, τινὰ δὲ ἐκ τῶν παρὰ φύσιν µὲν, ἀλλὰ µικρότερα τῶν ἐν ταῖς νόσοις. καὶ διὰ τοῦτο καὶ αἱ διαθέσεις µὲν αὗται τῶν σωµάτων, ὅσα νοσήσειν ὑπέδειξα, τῶν οὐδετέρων εἰσὶ, καὶ τὰ δηλοῦντα αὐτὰς σηµεῖα. πρώτως µὲν γὰρ ταῦτα ὑγείαν δηλοῖ, δευτέρως δὲ τὰς νόσους. καὶ γίνεται τὰ αὐτὰ σηµεῖα κατὰ τὴν πρός τι σχέσιν, οὐδέτερά τε καὶ νοσώδη· τὰ µὲν τὴν ἤδη διάθεσιν δηλοῦντα οὐδέτερα, τὰ δὲ τὴν ἐσοµένην προδηλοῦντα νοσώδη. κατὰ δὲ τὸν αὐτὸν λόγον, καὶ ὅσα τοῖς νοσοῦσιν ἐπιφαίνεται σηµεῖα σωτήρια, λεχθήσεται µὲν ὑγιεινὰ, διότι τὴν ἐσοµένην ὑγείαν προδηλοῖ· λεχθήσεται δὲ καὶ νοσερὰ, καθόσον τὴν ὑπάρχουσαν νόσον ἐνδείκνυται. καὶ δῆλον ὡς, ὅσαπερ ἀµφοῖν ἐστι δηλωτικὰ, λεχθείη ἂν οὐδέτερα καθ’ ἕν τι τῶν σηµαινοµένων τῆς οὐδετέρου φωνῆς. οὐδὲν δὲ θαυµαστὸν, τὰ αὐτὰ σηµεῖα τοὺς τρεῖς ἔχειν λόγους ἐν διαφερούσαις σχέσεσιν, ὑγιεινά τε καὶ νοσερὰ, καὶ οὐδέτερα λεγόµενα. καθ’ ἕτερον δὲ σηµαινόµενον, ὅσα τοῖς ἀνακοµιζοµένοις ἐκ νόσων ὑπάρχει σηµεῖα, λέγοµεν οὐδέτερα, καθ’ ὃ, οἶµαι, καὶ τὰ τῶν ἐν γήρᾳ. ταῦτα µὲν οὖν ἅπαντα πλείοσιν ὑποπέπτωκεν ἐννοίαις τε καὶ λόγοις. ὅσα δὲ τοῖς ἀµέµπτως ὑγιαίνουσιν ὑπάρχει, µόνῃ τῇ τῶν ὑγιεινῶν ἐννοίᾳ, καὶ ὅσα τοῖς νοσοῦσι µὴ προδηλοῦντα τὴν ἐσοµένην ὑγείαν, µόνῃ καὶ ταῦτα τῇ τῶν νοσωδῶν ὑποπέπτωκεν ἐννοία. περὶ µὲν δὴ τούτων ἑξῆς εἰρήσεται. τὰ δὲ τῆς µελλούσης νόσου προγνωστικὰ διέλθωµεν πρότερον. διττῆς δὲ οὔσης τῆς αὐτῶν διαφορᾶς, προχειρισώµεθα πρότερον τὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς, οὐκ αὐταῖς ταῖς οἰκείαις ἰδέαις ἐξηλλαγµένα τῶν κατὰ φύσιν, οἷον ὄρεξιν σιτίων ἐπιτεταµένην, ἢ ἐκλελυµένην, ἢ µὴ κατὰ τὸν συνήθη καιρὸν, ἢ οὐ συνήθων ἐδεσµάτων, ἢ ἀπόκρισιν τῶν περιττωµάτων τῆς τροφῆς ἐλαττόνων, ἢ πλειόνων, ἢ ὑγροτέρων, ἢ σκληροτέρων. οὕτως δὲ καὶ τῶν ὑγρῶν περιττωµάτων ἔνδεια, καὶ πλεονεξία παρὰ τὸ κατὰ φύσιν, ἢ χροιᾶς, ἢ συστάσεως ἐξάλλαξις, ἢ καιροῦ κενώσεως, ἀγρυπνία τε καὶ πλείων ὕπνος, ἢ οὐκ ἐν καιρῷ τῷ συνήθει. κατὰ ταῦτα δὲ καὶ ἡ περὶ πόµα πλεῖον, ἢ ἔλαττον, ἢ θερµὸν, ἢ ψυχρὸν ἐπιθυµία παρὰ τὸ σύνηθες. ὥσπερ γε καὶ ἡ περὶ τὴν τῶν ἀφροδισίων χρῆσιν ἄµετρος ἢ ἄκαιρος ἐπιθυµία, ἱδρῶτες πλείους τοῦ δέοντος, ἢ ἐλάττους, ὄκνος εἰς τὰς κινήσεις, ἢ πειρωµένων κινεῖσθαι βαρύτης, ἢ ἔκλυσις ἰσχυρὰ, καταµηνίων κρύψις, ἢ πλείων, ἢ ἐλάττων κένωσις. οὕτω δὲ καὶ ἡ δι’ αἱµοῤῥοΐδων. ἀλλὰ καὶ ἡ κατ’ αὐτὴν τὴν ἐδωδὴν ἢ πόσιν οὐχ ὁµοία τῇ πρόσθεν ἡδονὴ γνώρισµά ἐστι µέλλοντος νοσήµατος. οὕτως δὲ καὶ ἡ τῆς δια-νοίας ἀµβλύτης οὐ κατὰ φύσιν, ἢ ἐπιλησµοσύνη τις ἀήθης, ἢ φαντασιωδέστεροι τῶν ἔµπροσθεν ὕπνοι. καὶ µὲν δὴ καὶ ἀκοὴ, καὶ ὄσφρησις, καὶ ὄψις ἀµβλύτεραί τε καὶ ἀχλυωδέστεραι. καὶ ἁπλῶς εἰπεῖν, ὅσα κατὰ φύσιν ὑπῆρξε, τὰ µὲν αὐξανόµενα, τὰ δὲ µειούµενα, τὰ δὲ καιροῖς τισιν, ἢ ποσότησιν, ἢ ποιότησιν ἐξαλλαττόµενα. καὶ γὰρ οὖν καὶ τοῦ σώµατος ὄγκος, ἐλάττων τε καὶ µείζων γινόµενος, ἐρυθρότερός τε καὶ λευκότερος, ἢ οἷον πελιδνότερος, καὶ µελάντερος, καὶ ἐρυγαί τε καὶ πταρµοὶ, καὶ φύσαι πλείους ἢ ἐλάττους τῶν κατὰ φύσιν. οὕτω δὲ καὶ ὅσα διὰ ῥινῶν, ἢ ὑπερώας, ἢ ὤτων, οἷς ὁ ἐγκέφαλος ἐκκαθαίρεται, ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς ἐξαλλαττόµενα. ταῦτα µὲν ἅπαντα τοῦ γένους τῶν κατὰ φύσιν ἐστίν. δῆξις δὲ γαστρὸς, ἢ κατὰ στόµαχον, ἢ κατά τι τῶν ἐντέρων, ἢ
24. ἐπὶ τοῖς διαχωρουµένοις, ἢ ἐµουµένοις, ἢ οὐρουµένοις, ἤ τις ἕτερος µέτριος πόνος, ἐκ τοῦ γένους µέν ἐστι τῶν παρὰ φύσιν, οὔπω δὲ νοσεῖν οἱ οὕτως ἔχοντες λέγονται, καθάπερ οὐδ’ οἱ βαρυνόµενοι τὴν κεφαλὴν, ἢ ἀλγοῦντες, ὅταν γε µηδέπω διὰ ταῦτα πρὸς τὰ συνήθη τῶν ἔργων ἐµποδίζωνται. καὶ ὅ γε τοῦ νοσεῖν ὅρος οὗτός ἐστιν ἐπὶ ταῖς τοιαύταις διαθέσεσι. καὶ διὰ τοῦτο ἐν τῷ πρός τι τὴν αὐτὴν διάθεσιν ἤδη τε νοσώδη καὶ οὐδετέραν ἐροῦµεν ἔτι. πρὸς γὰρ τὴν ῥώµην τῆς φερούσης ῥᾳδίως ἢ νικωµένης ἤδη δυνάµεως ἤτοι νόσος ἐστὶν, ἢ οὐδετέρα διάθεσις ἑκάστη τῶν εἰρηµένων. οὕτω δὲ καὶ ὅσα κατὰ τὰς αἰσθήσεις, οὐκ ἐν τῷ µᾶλλόν τε καὶ ἧττον ἀλλήλων διενηνόχασιν, ἀλλ’ ὅσα τῷ γένει παρὰ φύσιν ἐστί. καὶ τοῦτ’ ἐστὶ νοσώδη σηµεῖα, µέχρι περ ἂν ᾖ σµικρὰ, καὶ µηδέπω τῶν εἰθισµένων πράξεων ἀπάγειν ἱκανά. τοιαῦτα δ’ ἐστὶ κατὰ µὲν τὴν γεῦσιν, ὅταν ἁλµυρᾶς, ἢ πικρᾶς, ἤ τινος ἑτέρας ποιότητος ἔµφασις ᾖ τοῖς ἐσθιοµένοις τε καὶ πινοµένοις ἅπασιν, ἢ καὶ χωρὶς τοῦ προσάρασθαί τι τὸ σίαλον αὐτὸ φαίνηται τοιοῦτον. κατὰ δὲ τὴν ὄσφρησιν, ὅταν ἤτοι τινὸς αἰσθανώµεθα µιᾶς ποιότητος, οὐδενὸς ὀσφρητοῦ παρόντος, ἢ καὶ προσφέροντες πλείω τε καὶ διαφέροντα πάντων αὐτῶν ὡς ὁµοίων αἰσθανώµεθα. πολλάκις δὲ οὐδ’ ὅλως αἴσθησις ἡµῖν οὐδενὸς, ἢ δυσώδους τινὸς γίνεται, µηδενὸς παρόντος δυσώδους. κατὰ δὲ τὴν ἀκοὴν ἦχοι καὶ ψόφοι τοῦ παρὰ φύσιν εἰσίν. ὥσπερ γε καὶ κατὰ τὴν ὄψιν, ὅσα προφαίνεσθαι δοκεῖ, µέλανά τε καὶ ὀρφνώδη, καὶ κυανὰ, καὶ πυῤῥὰ, καὶ ξανθὰ, καὶ τὰ µὲν στρογγύλα, τὰ δὲ προµήκη· καὶ τὰ µὲν ἰσχνὰ, τὰ δὲ παχέα, παραπέτασθαι πάντα δοκοῦντα. κατὰ δὲ τὴν ἁπτικὴν αἴσθησιν, ὅταν ἀνωµαλία τις, ἢ πύκνωσις, ἢ βάρος, ἢ τάσις, ἢ ναρκώδης ἢ ἑλκώδης διάθεσις ἐµφαίνηται καθ’ ὅλην τὴν ἕξιν. οὕτως δὲ καὶ καθ’ ὁτιοῦν µέρος ἢ τάσις, ἢ θλίψις, ἢ δῆξις, ἢ βαρύτης, ὅταν σµικραί τινες ὦσι καὶ µὴ µόνιµοι, τὴν µὲν διάθεσιν οὐδετέραν εἶναι δηλοῦσι. προαγγέλλουσι δὲ νόσον.
25. ῞Οσα δὲ ἐν τοῖς ἤδη νοσοῦσι γίνεται σηµεῖα, τὰ µὲν ὑγείαν δηλοῦντα, τὰ δὲ θάνατον, ὑγιεινὰ µὲν τὰ πρότερα, τὰ δὲ ἕτερα τῷ γένει µὲν νοσερὰ, κατ’ εἶδος δὲ ὀλέθρια λέγεται. λαµβάνεται δὲ, καθόλου µὲν εἰπεῖν, ἔκ τε τῶν ἐνεργειῶν ἀρετῆς τε καὶ κακίας, κατὰ µέρος δὲ ἐκ τῶν κατὰ µέρος ἐνεργειῶν, ὧν τὰ γένη πρόσθεν εἴρηται, πρῶτον µὲν τὸ τῶν ἀρχῶν, δεύτερον δὲ τὸ τῶν ἀπ’ ἐκείνων πεφυκότων, καὶ τρίτον τὸ τῶν ἰδίαν µὲν ἐχόντων διοίκησιν, ἀπὸ δὲ τῶν ἀρχῶν ἀποφύσεις τινὰς δεχοµένων. τὸ γὰρ δὴ τέταρτον γένος τῶν τότε ῥηθέντων, ἐξ ἑαυτοῦ µὲν ἄχρηστον εἰς τὰς προγνώσεις, κατὰ συµβεβηκὸς δὲ, κᾀκ τούτων ἔσται ποτε πρόγνωσις, ὥσπερ γε κᾀκ τῶν περιττωµάτων διὰ παντός. ἐκ τούτων µὲν λόγῳ συµπαθείας, ἐκ δὲ τῶν περιττωµάτων, ὅτι πέψεως καὶ ἀπεψίας ἐν αὐτοῖς ἐστι σηµεῖα. ὥστε οὐκ ἐνδέχεται µὴ δηλοῦν αὐτὰ διὰ παντὸς, ἤτοι τὴν φύσιν ἐπικρατεῖν τῆς ὕλης, ἢ τὴν ὕλην τῆς φύσεως, ἢ οὐδέτερον οὐδετέρου. ὑγιεινὰ µὲν οὖν σηµεῖα λεχθήσεται, κρατούσης τῆς φύσεως, νοσώδη δὲ, κρατουµένης, οὐδέτερα δὲ τὰ ἐν ταῖς ἰσοσθενέσι µάχαις. τὰ µὲν δὴ τῆς ἐναργοῦς πέψεως σηµεῖα τῶν ὑγιεινῶν ἐστι, καθάπερ καὶ τὰ τῆς ἀπεψίας νοσερὰ, τὰ δὲ οὔτε πέψιν, οὔτε ἀπεψίαν ἐναργῶς ἐνδεικνύµενα τῆς τῶν οὐδετέρων ἐστὶ φύσεως. οὐδέτερα δὲ καὶ ὅσα νῦν µὲν τοῦτο, νῦν δὲ τοὐναντίον δηλοῖ, καθάπερ οἱ µελαινόµενοι δάκτυλοι. τοιαῦτα δ’ ἐστὶ καὶ τὰ κριτικὰ συµπτώµατα. λέλεκται δὲ ὑπὲρ ἁπάντων αὐτῶν ἐν τοῖς περὶ κρίσεως, ὥσπερ καὶ περὶ τῶν καθ’ ἑκάστην ἐνέργειαν ἐν τοῖς περὶ συµπτωµάτων αἰτίοις. ἐκ τούτων οὖν χρὴ τὴν κατὰ µέρος ἅπασαν αὐτῶν ὕλην ἀναλέγεσθαι. ἐγὼ δὲ µήκους φειδόµενος ἐνταυθοῖ µὲν ἤδη καταπαύσω τὸν περὶ τῶν σηµείων λόγον, µεταβήσοµαι δὲ ἐπὶ τὸν περὶ τῶν αἰτίων.
26. ᾿Επεὶ δὲ καὶ τούτων ἐστὶ τὰ µὲν ὑγιεινὰ, τὰ δὲ νοσερὰ, τὰ δὲ οὐδέτερα, πρῶτον περὶ τῶν ὑγιεινῶν ὁ λόγος ἔσται. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν τὰ µὲν ἦν φυλακτικὰ, τὰ δὲ ποιητικὰ τῆς ὑγείας, ἔστι δὲ καὶ χρόνῳ, καὶ ἀξιώµατι πρότερα τὰ φυλακτικὰ τῶν ποιητικῶν, ἀπὸ τῶν φυλακτικῶν νῦν ἀρκτέον. ὄντος τοίνυν οὐχ ἑνὸς τοῦ ὑγιεινοῦ σώµατος, ἀλλὰ πλειόνων, ὡς ἔµπροσθεν διώρισται, καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται τὸ φυλακτικὸν, ὅτι καὶ πᾶν αἴτιον ἐν τῷ πρός τι. πάλιν οὖν κᾀνταῦθα τὴν ἀρχὴν ἀπὸ τῆς ἀρίστης κατασκευῆς τοῦ σώµατος ποιητέον, ἐπισκεπτοµένους τὰ πρὸς ταύτην ὑγιεινά. τὴν δὲ εὕρεσιν αὐτῶν ἡ τοῦ πράγµατος αὐτοῦ φύσις ὑπαγορεύει. εἰ µὲν γὰρ ἦν ἀπαθὲς καὶ ἀναλλοίωτον τὸ σῶµα, διὰ παντὸς ἂν ἔµενεν ἡ ἀρίστη κατασκευὴ, καὶ οὐδὲν ἂν ἐδεῖτο τέχνης ἐπιστατούσης αὐτῷ. ἐπειδὴ δὲ ἀλλοιοῦται, καὶ διαφθείρεται, καὶ τρέπεται, µὴ φυλάττον ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν, ἐπικουρίας ἐν τοσούτῳ δεῖται. καθ’ ὅσους οὖν τρόπους ἀλλοιοῦται, τοσαῦτα γένη καὶ τῶν ἐπικουριῶν ἕξει, τουτέστι τῶν φυλακτικῶν αἰτίων, ἃ πρόδηλον ἤδη κᾀξ αὐτῶν τῶν εἰρηµένων, ὡς ἐπανορθωτικὰ τῷ γένει τετύχηκεν ὄντα. τῷ δὲ κατὰ βραχὺ ποιεῖσθαι τὰς ἐπανορθώσεις, πρὶν ἀθρόον ἀπαντῆσαι τὸ βλάβος, οὐ προφυλακτικὰ τοῦ µέλλοντος ἔσεσθαι κακοῦ πρὸς τῶν ἰατρῶν κέκληται, ἀλλὰ φυλακτικὰ τῆς παρούσης κατασκευῆς. ἀλλοιοῦται τοίνυν τὸ σῶµα, πρὸς µέν τινων ἐξ ἀνάγκης, πρὸς δέ τινων οὐκ ἐξ ἀνάγκης. λέγω δὲ ἐξ ἀνάγκης µὲν, οἷς ἀδύνατον αὐτῷ ἐστι µὴ πλη-σιάζειν, οὐκ ἐξ ἀνάγκης δὲ τὰ λοιπά. τὸ µὲν γὰρ τῷ περιέχοντι διὰ παντὸς ὁµιλεῖν, ἐσθίειν τε καὶ πίνειν, καὶ ἐγρηγορέναι, καὶ ὑπνοῦν ἀναγκαῖον αὐτῷ, ξίφεσι δὲ καὶ θηρίοις οὐκ ἀναγκαῖον. ὅθεν ἐν µὲν τῷ προτέρῳ γένει τῶν αἰτίων ἡ περὶ τὸ σῶµα τέχνη καταγίνεται, κατὰ