Добавить в цитаты Настройки чтения

Страница 28 из 39



27. δὲ δεύτερον οὐκέτι. ὁπόσα τοίνυν ἐστὶ τὰ ἐξ ἀνάγκης ἀλλοιοῦντα τὸ σῶµα, διελόµενοι, καθ’ ἕκαστον αὐτῶν ἴδιόν τι γένος αἰτίων ὑγιεινῶν εὑρήσοµεν. ἔστιν οὖν ἓν µὲν ἐκ τῆς τοῦ περιέχοντος ἀέρος ὁµιλίας, ἕτερον δὲ ἐκ κινήσεως καὶ ἡσυχίας ὅλου τε τοῦ σώµατος καὶ κατὰ τὰ µόρια. τρίτον, ἐξ ὕπνου καὶ ἐγρηγόρσεως. τέταρτον, ἐκ τῶν προσφεροµένων. πέµπτον, ἐκ τῶν ἐκκρινοµένων, ἢ ἐπεχοµένων. ἕκτον, ἐκ τῶν ψυχικῶν παθῶν. ὑπὸ τούτων γὰρ ἁπάντων ἀνάγκη τὸ σῶµα διατίθεσθαί πως. ὑπὸ µὲν τοῦ περιέχοντος, ἤτοι θερµαινόµενον, ἢ ψυχόµενον, ἢ ξηραινόµενον, ἢ ὑγραινόµενον, ἢ κατὰ συζυγίαν τούτων τι πάσχον, ἢ καθ’ ὅλην τὴν οὐσίαν ἀλλοιούµενον. ἐκ κινήσεως δὲ καὶ ἡσυχίας, ἀµέτρων ἀµφοῖν γινοµένων, ἢ θερµαινόµενον, ἢ ξηραινόµενον, ἢ ψυχόµενον, ἢ ὑγραινόµενον, ἢ κατὰ συζυγίαν τι τούτων πάσχον. οὕτω δὲ καὶ ἐξ ὕπνου καὶ ἐγρηγόρσεως ἀνάγκη πως πάσχειν αὐτό. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῶν προσφεροµένων, ἢ ἐκκρινοµένων, ἢ ἐπεχοµένων. ἅπαντα γὰρ ταῦτα, τὰ µὲν ἄντικρυς, τὰ δὲ διὰ µέσων ἑτέρων αἰτίων ἀλλοιοῖ τὸ σῶµα, καὶ διαφθείρει τὴν ὑγείαν. καὶ γέγραπται περὶ τούτων αὐτῶν ἰδίᾳ καθ’ ἕκαστον ἐν τῇ τῶν ὑγιεινῶν πραγµατείᾳ. τὰ µὲν οὖν ἅπαντα τὰ νῦν εἰρηµένα γένη τῶν ὑγιεινῶν αἰτίων ὕλαι τινὲς ὑπάρχουσι· µετὰ δὲ τῆς δεούσης χρήσεως αἴτια γίνεται φυλακτικά τε καὶ ὑγιεινά· διαµαρτανόµενα δὲ τῆς συµµετρίας, νοσώδη καθίσταται. ὥστε δῆλον ἤδη κᾀκ τούτων, ὡς οὐχ ἑτέρας µὲν οὐσίας τῶν ἐκτὸς τούτων πραγµάτων ὑγιεινὰς ἡµῖν, ἑτέρας δὲ νοσερὰς ὑποληπτέον, ἀλλὰ τὰς αὐτὰς ἐν τῷ πρός τι ποτὲ µὲν ὑγιεινὰς, ποτὲ δὲ νοσώδεις γινοµένας. ἡνίκα µὲν γὰρ δεῖται κινήσεως τὸ σῶµα, τὸ µὲν γυµνάσιον ὑγιεινὸν, ἡ δὲ ἡσυχία νοσερόν· ἡνίκα δὲ ἀναπαύσεως, ὑγιεινὸν µὲν ἡ ἡσυχία, νοσερὸν δὲ τὸ γυµνάσιον. ὡσαύτως δὲ καὶ περὶ σιτίων καὶ ποµάτων καὶ τῶν ἄλλων ἁπάντων. ἕκαστον γὰρ, ἐπειδὰν δεοµένῳ τῷ σώµατι προσάγηται µετὰ τῆς οἰκείας ποσότητος καὶ ποιότητος, ὑγιεινὸν γίνεται· τῷ δὲ ἤτοι µηδ’ ὅλως δεοµένῳ προσφερόµενον, ἢ οὐκ ἐν τῷ προσήκοντι µέτρῳ, νοσῶδες καθίσταται. καὶ δύο εἰσὶν οὗτοι σκοποὶ περί τε τὸ ὑγιεινὸν καὶ τὸ νοσερὸν, ἡ ποιότης τε καὶ ἡ ποσότης τοῦ προσφεροµένου· τὸ γὰρ καὶ τὸν καιρὸν, ὡς ἕτερόν τι τούτων, τρίτον ἐπεισάγειν ἐν τοῖς εἰρηµένοις περιεχόµενον, οὐκ εὔλογον. εἰ γὰρ δεῖται τὸ σῶµα τοιοῦδε καὶ τοσοῦδε τοῦ προσφεροµένου, δηλονότι καὶ κατὰ τὸν καιρὸν τὸν δέοντα προσφέρεται. καὶ ἡ γένεσις τῷ καιρῷ ἐκ τοῦ ῥευστὸν καὶ εὐµετάβλητον εἶναι τὸ θνητὸν σῶµα, καὶ δεῖσθαι κατὰ τὰς µεταβολὰς ἄλλοτ’ ἀλλοίων τῶν ὠφελούν των. ὥστε οὐκ ἔστιν ἐπὶ τῷ γένει τρίτον ἐν τοῖς εἰρηµένοις ὁ καιρός. εἰς δὲ τὴν διδασκαλίαν αὐτῷ πολλάκις ὡς τρίτῳ χρώµεθα διὰ τὴν εἰρηµένην αἰτίαν.

28. ᾿Επεὶ δὲ ἐν τούτοις τοῖς σκοποῖς τά τε ἄλλα τῶν αἰτίων τῶν ὑγιεινῶν καὶ τὸ νῦν ἡµῖν προκείµενόν ἐστι γένος, αὖθις ἀναλάβωµεν αὐτά. τῇ τοίνυν ἀρίστῃ κατασκευῇ τοῦ σώµατος, ἐπειδὰν εὔκρατον ᾖ τὸ περιέχον, ἁρµόσει συµµετρία τῶν τε ἄλλων ἀκριβὴς, ὧν ἀρτίως εἶπον, ἡσυχίας τε καὶ κινήσεως, καὶ ὕπνου καὶ ἐγρηγόρσεως, καὶ τῶν προσφεροµένων τε καὶ ἐκκρινοµένων. ἐπειδὰν δὲ δύσκρατον ᾖ, εἰς τοσοῦτον καὶ τὰς συµµετρίας ἐξαλλάττειν προσήκει, εἰς ὅσον καὶ τὰ τῆς εὐκρασίας διέφθαρται. σκοποὶ δὲ τῆς συµµετρίας, ἐπὶ µὲν τοῦ περιέχοντος, ὡς µήτε φρίττειν διὰ κρύος, µήθ’ ἱδροῦν διὰ θάλπος· ἐν δὲ τοῖς γυµνασίοις, ὅταν πρῶτον ἄρξηται πονεῖν τὸ σῶµα, καταπαύειν εὐθύς· ἐν δὲ τοῖς ἐδέσµασι, πέψεως ἀκρίβεια, καὶ διαχωρήσεως συµµετρία κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν. ἰσάζει δέ πως ἐπὶ τούτων ἡ ὄρεξις τῇ πέψει, ὥστε οὐδ’ ἐπιστάτου δέονται, τοῦ τὸ ποσὸν ἑκάστου τῶν προσφεροµένων µετρήσοντος. ἡ γὰρ ἀρίστη φύσις, ὅσον ὀρέγεται, τοσοῦτον καὶ πέττει καλῶς. οὕτω δὲ καὶ τῶν ὕπνων τὸ ποσὸν ἡ φύσις αὐτὴ µετρεῖ τοῖς ἐν ἀρίστῃ κατασκευῇ, καὶ παύονται τηνικαῦτα ὑπνοῦντες, ὅταν µηκέτι δέηται τὸ σῶµα. καὶ δὴ καὶ οὕτως αὐτῶν διαιτωµένων, ἐν ταῖς ἐκκρίσεσιν οὐδὲν πληµµελεῖται κατὰ γαστέρα, καὶ οὖρα, καὶ ὅλον τὸ σῶµα. τὰς µὲν γὰρ ἡ συµµετρία τῶν προσφεροµένων, τὴν δὲ καθ’ ὅλον τὸ σῶµα διαπνοὴν ἡ τῶν γυµνασίων ὑγιεινὴν ἀπεργάζεται χρῆσις. ἀπέχεσθαι δὲ δηλονότι τῆς ἀµετρίας αὐτοὺς χρὴ ἁπάντων τῶν ψυχικῶν παθῶν, ὀργῆς, λύπης, θυµοῦ, φόβου, καὶ φθόνου, καὶ φροντίδος. ἐξίστησι γὰρ καὶ ταῦτα, καὶ ἀλλοιοῖ τὸ σῶµα τῆς κατὰ φύσιν συστάσεως. ᾿Αφροδισίων δὲ κατὰ µὲν ᾿Επίκουρον οὐδεµία χρῆσις ὑγιεινὴ, κατὰ δὲ τὸ ἀληθὲς ἐκ διαλειµµάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι µήτ’ ἐκλύσεως αἰσθάνεσθαι, καὶ κουφότερον αὐτὸν ἑαυτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς µέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶµα, µήθ’ ὑπερπεπληρωµένον, µήτ’ ἐνδεὲς, µηθ’ ὑπερεψυγµένον, µήθ’ ὑπερτεθερµασµένον, ἢ ἐξηρασµένον, ἢ ὑγρασµένον ἀµέτρως. εἰ δὲ καὶ διαµαρτάνοιέν ποτε κατά τι, σµικρὸν µὲν ἔσται τὸ διαµαρτανόµενον. ἄµεινον δὲ τεθερµασµένῳ µᾶλλον, ἢ ὑπερεψυγµένῳ, καὶ ὑπερπεπληρωµένῳ, ἢ ἐνδεεῖ, καὶ ὑγρασµένῳ, ἢ ἐξηρασµένῳ τῷ σώµατι χρῆσθαι τοῖς ἀφροδισίοις. ποιότητα δὲ ἑκάστου τῶν εἰρηµένων ἐπὶ τῆς ἀρίστης κατασκευῆς ἐκλέγεσθαι δεῖ. γυµνασίου µὲν γὰρ, ἐν ᾧ πάντα τὰ µόρια τοῦ σώµατος ἀνάλογον κινεῖται, καὶ µὴ τὸ µὲν ὑπερπονεῖ, τὸ δὲ ἐνδεέστερον πονεῖ· τῶν δὲ ἐσθιοµένων τε καὶ πινοµένων τὸ εὐκρατότατον· ταῦτα γὰρ οἰκειότερα ταῖς εὐκράτοις φύσεσιν. ὡσαύτως δὲ κᾀπὶ τῶν ἄλλων.

29. Εἰ δέ τι τῆς ἀρίστης κατασκευῆς ἀπολείποιτο τὸ σῶµα, µὴ πολλῷ δὲ τοῦτο, καὶ τὰ φυλακτικὰ δὴ τῆς ὑγείας αἴτια κατὰ τὴν ἀναλογίαν ὑπηλλαγµένα γενήσεται. πλειόνων δὲ τοιούτων ὄντων σωµάτων, καθ’ ἕκαστον γένος ἰδίᾳ ῥητέον. τὸ µὲν οὖν τῇ κράσει τῶν ὁµοιοµερῶν παραλλάττον, ἐν µέντοι τῇ συµµετρίᾳ τῶν ὀργανικῶν µορίων µὴ παραλλάττον, διττὴν ἰδέαν ἔχει τῶν ὑγιεινῶν αἰτίων· ἑτέραν µὲν τῶν φυλαττόντων αὐτοῦ τὴν κρᾶσιν, ἑτέραν δὲ τῶν ἐπὶ τὴν ἀρίστην ἀγόντων. τὰ µὲν δὴ φυλάττοντα τὴν κρᾶσιν αὐτοῦ τοσοῦτον παραλλάξει τῶν ἐπὶ τῆς εὐκρατοτάτης φύσεως αἰτίων, ὅσον περ καὶ ἡ τοῦ σώµατος ὅλου κρᾶσις ἐκείνης παραλλάττει. τὰ µὲν γὰρ θερµότερα σώµατα· θερµοτέρων δεῖται διαιτηµάτων, τὰ δὲ ψυχρότερα ψυχροτέρων· καὶ τὰ µὲν ξηρότερα ξηροτέρων, τὰ δὲ ὑγρότερα ὑγροτέρων· καὶ κατὰ συζυγίαν τὰ θερµότερά τε καὶ ξηρότερα τῶν θερµοτέρων καὶ ξηροτέρων, καὶ τούτοις ἀνάλογον ἐπὶ τῶν λοιπῶν τριῶν συζυγιῶν. χρήσεται γὰρ ταῖς ὕλαις τῶν αἰτίων ὀρθῶς ὁ τὰς συµφύτους αὐτῶν δυνάµεις ἐπιστάµενος· οἷον ὅτι κίνησις µὲν καὶ ἔνδεια, καὶ ἀγρυπνία, καὶ ἔκκρισις, καὶ πάντα τὰ ψυχικὰ πάθη ξηραίνει τὸ σῶµα, τὰ δ’ ἐναντία τούτοις ὑγραίνει. οὕτως δὲ καὶ περὶ τῶν θερµαινόντων καὶ ψυχόντων ἐπιτηδευµάτων, καὶ ἐδεσµάτων, καὶ ποµάτων, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν κατὰ τὸ σῶµα γινώσκων τις τὰς ὕλας καὶ τὰς δυνάµεις, ὑγιεινοῖς αἰτίοις χρήσεται, τὰς ὁµοίας τοῖς ὁµοίοις προσφέρων, ὅταν γε φυλάττειν βούληται τὴν τοῦ σώµατος κρᾶσιν, ἣν παρέλαβεν. εἰ δ’ ἐξαλλάττειν ἐθέλει καὶ µετάγειν ἐπὶ τὸ βέλτιον, ἕτερόν ἐστιν ἐνταῦθα γένος αἰτίων ὑγιεινῶν, ἐναντίον µὲν τοῖς προειρηµένοις, ἴσον δὲ ἀπέχον ἐπὶ θάτερα τῶν εὐκράτων τε καὶ µέσων, ἃ ταῖς ἀρίσταις φύσεσιν ἁρµόττειν ἐλέγοµεν. τὴν γὰρ θερµοτέραν καὶ ξηροτέραν κρᾶσιν οὐ τὰ θερµὰ καὶ ξηρὰ διαιτήµατα ποιήσειεν ἂν εὔκρατον ἀκριβῶς, ἀλλὰ τοσοῦτον τῆς εὐκράτου ψυχρότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν, ὅσον καὶ ἡ φύσις τῆς φύσεως ἦν θερµοτέρα καὶ ξηροτέρα. τὸ µὲν γὰρ τοιοῦτον γένος τῶν αἰτίων ἐπανορθοῦται τὰς συµφύτους δυσκρασίας, τὸ δὲ ἕτερον τὸ προειρηµένον διαφυλάττει. χρεία δὲ ἑκατέρων ἐν µέρει τοῖς ἰατροῖς, ἐπανορθοῦσθαι µὲν ἐπὶ πολλῆς σχολῆς, κατὰ βραχὺ µετάγοντας ἐπὶ τὸ βέλτιον· οὐ γὰρ φέρουσιν αἱ φύσεις τὰς ἀθρόας ἀλλοιώσεις· φυλάττειν δ’ ἐν ταὐτῷ κατὰ τὰς ἀναγκαίας ἀσχολίας. πῶς οὖν καὶ τὸ τοιοῦτον εἶδος τῶν αἰτίων φυλακτικὸν ὀνοµάζοµεν; ἔπρεπε γὰρ αὐτὸ µᾶλλον ἴσως ἀλλοιω-τικόν τε καὶ θεραπευτικὸν, καὶ τῶν συµφύτων ἁµαρτηµάτων ἐπανορθωτικὸν κεκλῆσθαι ὅτι πρὸς ὅλον τὸ γένος τῆς ὑγείας ἀναφέροντες, οὐ πρὸς τὰς κατ’ εἶδος ἐν αὐτῇ διαφορὰς, ὅσα µὲν ὑγιαίνοντας φυλάττει, φυλακτικὰ πάντα κεκλήκαµεν, ἐάν τε πρὸς τῷ φυλάττειν τὴν ὑγείαν ἐπὶ τὸ βέλτιον ἄγῃ τὴν ὅλην κρᾶσιν, ἄν τε φυλάττῃ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν κατάστασιν· ὅσα δὲ χείρονα τὴν κατάστασιν ἀποτελεῖ, νοσερά. τῶν µὲν οὖν ὁµοίως δυσκράτων ἅπασι τοῖς τοῦ σώµατος µέρεσιν ὁµοία καὶ ἡ ἐπιµέλεια· τῶν δ’ οὐχ ὁµοίων οὐχ ὁµοία. δύναται γὰρ ἡ µὲν γαστὴρ ψυχροτέρα τινὶ τοῦ προσήκοντος ὑπάρχειν, ἡ κεφαλὴ δὲ θερµοτέρα, καὶ δεῖσθαι τῶν οἰκείων ἑκατέρα· κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον µορίων ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ θερµότερον, ἢ ψυχρότερον ὑπάρχειν τοῦ συµµέτρου, καὶ τῶν οἰκείων τῆς δυσκρασίας δεῖσθαι διαιτηµάτων. οὔτ’ οὖν ἐξ ἴσου γυµνάσοµεν ἅπαντα τῶν τοιούτων τὰ µόρια τοῦ σώµατος, οὔθ’ ὡσαύτως ὑγρανοῦµεν καὶ ξηρανοῦµεν, ἤ τι τῶν ἄλλων πράξοµεν. ἐπὶ πλέον δὲ λέγεται περὶ αὐτῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγµατείᾳ.