Добавить в цитаты Настройки чтения

Страница 26 из 39



18. Γαστρὸς γνωρίσµατα, τῆς µὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίγνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη ποτὸν, καὶ βαρύνοιντο τῷ πλείονι, καὶ κλύδωνας ἴσχοιεν, ἢ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσµασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δὲ, εἰ µήτε διψώδεις γίγνοιντο, καὶ τὸ πλεῖον ὑγρὸν ἀλύπως φέροιεν, ἐδέσµασί τε χαίροιεν ὑγροτέροις. ἡ δὲ θερµοτέρα φύσει γαστὴρ πέττει µὲν ἄµεινον, ἢ ὀρέγεται, καὶ πολὺ µᾶλλον ὅσα σκληρὰ φύσει καὶ δυσαλλοίωτα· διαφθείρεται γὰρ ἐν αὐτῇ τὰ εὐαλλοίωτα· χαίρουσα δὲ τοῖς θερµοῖς ἐδέσµασί τε καὶ πόµασιν, οὐδ’ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται, κατά γε τὴν ἔµµετρον χρῆσιν. ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ, ὀρεχθῆναι µὲν ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθὴ, καὶ µάλιστα ὅσα δυσαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεσµάτων ἐστίν. ὀξύνεται γοῦν ἑτοίµως ἐν αὐτῇ. διὰ τοῦτο καὶ ὀξυρεγµιώδης ἐστὶν ἡ τοιαύτη γαστὴρ, καὶ χαίρει µὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ ῥᾳδίως ἀµετρότερον χρησαµένη. οὕτως δὲ καὶ τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων ψυχρῶν οὐ φέρει τὴν πολυχρόνιον ὁµιλίαν, ὥσπερ οὐδ’ ἡ θερµὴ τῶν θερµῶν. αἱ µέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ διαφέρουσι τῶν ἐµφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυµοῦσιν, οὐ τῶν ὁµοίων, ὥσπερ αἱ σύµφυτοι. αἱ δὲ κατὰ συζυγίαν ἐν τῇ γαστρὶ δυσκρασίαι διὰ τῆς τῶν ἁπλῶν γνωρισθήσονται συνθέσεως. ἀκριβῶς δὲ χρὴ προσέχειν τὸν νοῦν τοῖς εἰρηµένοις, διακρίνοντας αὐτὰ τῶν ῥηθησοµένων. οὐ µόνον γὰρ ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται, καὶ ψυχροῦ καὶ θερµοῦ πόµατος ὀρεκτικοὺς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα, καρδία καὶ πνεύµων. ἀλλ’ οἵ γε διὰ τὴν τούτων θερµότητα διψῶντες εἰσπνέουσί τε πλέον, ἐκφυσῶσί τε µακρὸν, αἰσθάνονταί τε κατὰ τὸν θώρακα τοῦ καύµατος, οὐχ ὥσπερ οἱ διὰ τὴν γαστέρα κατὰ τὰ ὑποχόνδρια. καὶ µὲν δὴ πίνοντες οὐκ εὐθέως ἡσυχάζουσι, καὶ τὸ ψυχρὸν πόµα ἵστησιν αὐτῶν µᾶλλον τὴν δίψαν, ἤπερ τὸ πολὺ θερµόν. ἀναψύχει δὲ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόµενος, οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις. οὕτως δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς αἰσθητῶς ἀνιῶνται.

19. Καὶ µέγιστόν ἐστι τοῦτο γνώρισµα τῆς ἐν πνεύµονι ψυχρότητος. ὥσπερ δὲ εἰσπνέοντες ψυχρὸν αἰσθάνονται σαφῶς ἀνίας τε καὶ ψύξεως, οὕτως τὸ θερµὸν αὐτοῖς ἐστι φίλιον. ἀλλὰ καὶ φλεγµατικὰ περιττώµατα χρεµπτόµενοι ἅµα καὶ µετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ πνεύµονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φλέγµατι, καὶ λαµπρὰν ἔχουσι τὴν φωνὴν, καθάπερ αἱ ὑγρότητες τὸ ἐναντίον ἀλαµπῆ µὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνὴν, ἐντρέχει δ’ αὐτοῖς περιττώµατα, µεῖζόν τε καὶ ὀξύτερον φθέγξασθαι προελοµένοις. οὐ µὴν αὐτό γε τὸ τῆς φωνῆς µέγεθος ὑπὸ τῆς θερµότητος αὐτῆς, ὥσπερ οὐδ’ ἡ σµικρότης ὑπὸ τῆς ψυχρότητος, γίνεται· ἀλλὰ τὸ µὲν εὐρύτητι τῆς τραχείας ἀρτηρίας, ἐκφυσήσει τε σφοδροτέρᾳ, σµικρότης δὲ τοῖς ἐναντίοις ἀκολουθεῖ. ὥστε οὔτε διὰ παντὸς, οὔτε πρώτως, ἀλλὰ κατὰ συµβεβηκός τε καὶ µόναις ταῖς συµφύτοις κράσεσι, οὐ ταῖς ἐπικτήτοις, ἕπεται τὸ τῆς φωνῆς µέγεθός τε καὶ ἡ σµικρότης.

20. ὅτι µὲν γὰρ τοιάδε τὰ ὄργανα διὰ τὴν κρᾶσιν ἐγένετο, τοῖς τοιούτοις δὲ ἕπεται τοιάδε φωνὴ, ἐκ φωνῆς διὰ τοῦτο ἔνεστι περὶ τῆς συµφύτου κράσεως συλλογίζεσθαι. καὶ γὰρ ἡ λεία φωνὴ λειότητι τῆς ἀρτηρίας ἕπεται, καθάπερ ἡ τραχεῖα τραχύτητι. λειότης µὲν οὖν ἀρτηρίας συµµετρίᾳ κράσεως ἕπε-ται, τραχύτης δὲ ξηρότητι. τραχύτης µὲν γὰρ ἐπὶ ἀνωµαλίᾳ, κατὰ ξηρὸν σῶµα. τὴν δὲ ἀρτηρίαν ἐργάζεται σκληρὰν µὲν ἡ τῶν ὁµοιοµερῶν αὐτῆς µορίων ξηρότης, ἀνώµαλον δὲ ἡ τῆς παρεσπαρµένης τούτοις ὑγρότητος ἔνδεια. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε ἡ ὀξεῖα φύσει φωνὴ χωρὶς στενότητος φάρυγγος, οὔθ’ ἡ βαρεῖα χωρὶς εὐρύτητος δύναται γίνεσθαι. στενότης µὲν οὖν ἐµφύτου ψυχρότητος ἔκγονός ἐστιν, εὐρύτης δὲ θερµότητος. ἀνάλογον δὲ ταῖς φυσικαῖς διαφοραῖς τῶν φωνῶν αἱ κατὰ πάθος ἐπιτελοῦνται, γνωρίσµατα καὶ αὐταὶ γινόµεναι τῶν ἐργαζοµένων αἰτίων, ὑπὲρ ὧν αὐτάρκως ἐν τοῖς περὶ φωνῆς διώρισται. τὰ δ’ ἄλλα µόρια τοῦ ζώου τὰ ἐντὸς ἀµυδρὰ τῆς κράσεως ἔχει τὰ γνωρίσµατα. πειρατέον δὲ ὅµως αὐτὰ διά τε τῶν ὠφελούντων καὶ βλαπτόντων διαγινώσκειν, ἔτι τε κατὰ τὰς τῶν φυσικῶν δυνάµεων ἐνεργείας. εἴρηται δὲ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς συµπτώµασιν αἰτίων, ὡς ἥτις ἑκάστης δυνάµεως ἀρετῇ τε καὶ κακίᾳ, ἡ προηγουµένη κρᾶσίς ἐστιν. τὰ µὲν οὖν τῶν κράσεων γνωρίσµατα καὶ ἤδη λέλεκται.

21. Τὰ δὲ περὶ τὸ µέγεθος ἤτοι τὴν διάπλασιν, ἢ τὸν ἀριθµὸν, ἢ τὴν θέσιν ἐσφαλµένα, ὅσα µὲν ὑποπίπτει ταῖς αἰσθήσεσιν, γνωρισθῆναι ῥᾴδιον. τῶν δ’ οὐχ ὑποπιπτόντων τὰ µὲν δύσγνωστα, τὰ δὲ ἄγνωστά ἐστιν. τὸ µὲν οὖν τῆς κεφαλῆς µέγεθός τε καὶ σχῆµα, καὶ σὺν αὐτῇ τὸ τοῦ ἐγκεφάλου πρόδηλόν τέ ἐστι καὶ πρόσθεν εἴρηται. κατὰ ταὐτὰ δὲ καὶ τὸ τοῦ θώρακος· οὕτως δὲ καὶ ὅσα κατ’ ὠµοπλάτας, ἢ ὤµους, ἢ βραχίονας, ἢ πήχεις, ἢ ἄκρας χεῖρας, ἢ ἰσχίον, ἢ µηρὸν, ἢ κνήµην, ἢ πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν ἐσφαλµένον ᾖ τι τῶν τοιούτων, ἄν τε κατὰ τὸ µέγεθος, ἄν τε κατὰ τὸν ἀριθµὸν, ἢ τὴν σύνθεσιν τῶν συντιθέντων αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ’ ἑκάστου βλάβαι. τὰ δ’ ἐντὸς τοῦ σώµατος οὐ πάντα διαγνωσθῆναι δυνατόν. γαστέρα µὲν γάρ τινος οὕτω σµικράν τε καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάµην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτοµένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάµην ἐγκειµένην τε καὶ σµικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραµµένος ἐναργῶς. οὐ µὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε µοί ποτε. πειρᾶσθαι µέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ µὴ κατ’ ἐπιστήµην βεβαίαν, ἀλλ’ οὖν κατὰ στοχασµόν τινα τεχνικὸν, οἷον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς µὲν φλέβας ἔχοντας, ἄχρουν δὲ τὸ σύµπαν σῶµα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ µᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς µὲν ὥσπερ τινὸς βάρους ἐγκειµένου καὶ κρεµαµένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανοµένους ἐν βάθει, τοὺς δὲ µετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ µικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάµην φλεγµατικὸν µὲν ὅλην τὴν ἕξιν, ἐµοῦντα δὲ ἑκάστης ἡµέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήµατα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκµηράµην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ µικρὰν ἑαυτοῦ µοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέµπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει µεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατοµῆς φαινοµένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλµένων σωµάτων, ἐν ταῖς ἀνατοµαῖς αὑτὸν γυµναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδία καθ’ ἑτέρας πραγµατείας, ὑπὲρ ὧν ἐπὶ τε λευτῇ τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλοµαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι µαθεῖν, ἐκ ποίας µάλιστα πραγµατείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ µὲν τούτων ἅλις.

22. ῞Οσα δὲ ἐν τῷ νῦν ἐστι νοσώδη σώµατα, τουτέστιν ὅσα νοσεῖ, διαγινώσκειν χρὴ καὶ ταῦτα, ταῖς µὲν αἰσθήσεσιν ὑποπίπτοντα τῇ µεταβολῇ τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων, ἐν µεγέθει, καὶ χροιᾷ, καὶ σχήµατι, καὶ ἀριθµῷ, καὶ θέσει, καὶ τῇ κατὰ σκληρότητα, καὶ µαλακότητα, καὶ θερµότητα, καὶ ψυχρότητα διαφορᾷ· µὴ φαινόµενα δὲ, καθόλου µὲν φάναι, ταῖς βλάβαις τῶν ἐνεργειῶν, ἢ τοῖς ἐκκρινοµένοις, ἢ ταῖς ὀδύναις, ἢ τοῖς ὄγκοις τοῖς παρὰ φύσιν, ἤ τισιν τούτων, ἢ πᾶσι. κατὰ µέρος δὲ, τὰς µὲν κατὰ τὸν ἐγκέφαλον νοσώδεις διαθέσεις ἢ τοῖς τῆς παραφροσύνης εἴδεσιν, ἢ ταῖς τῶν αἰσθήσεων ἢ φαντασιῶν βλάβαις, ἢ ταῖς τῶν προαιρετῶν, ἢ τοῖς ἐκκρινοµένοις δι’ ὑπερώας, καὶ ῥινὸς, καὶ ὤτων, ἢ ταῖς τῶν κατ’ αὐτὸν ὀδυνῶν διαφοραῖς. τὰς δὲ κατὰ τὴν καρδίαν ἔκ τε τῶν τῆς δυσπνοίας εἰδῶν καὶ παλµῶν τῶν κατ’ αὐτὴν, ἔτι τε τῶν κατ’ αὐτὴν σφυγµῶν καὶ τὰς ἀρτηρίας, ὀξυθυµίας τε καὶ ἀθυµίας, καὶ πυρετῶν, καὶ τῶν καταψύξεων, καὶ τῶν ἐν τῷ χρώµατι διαφορῶν, ἀλγηµάτων τε τῶν κατ’ αὐτήν. τὰς δὲ καθ’ ἧπαρ, ἔκ τε τῆς τῶν χυµῶν ἐνδείας τε καὶ πλεονεξίας, ἐκτροπῆς τε τῆς εἰς τὸ παρὰ φύσιν, καὶ ἀχροίας, καὶ προσέτι τοῖς κατὰ τὴν ἀνάδοσιν, ἢ θρέψιν, ἢ τὴν τῶν περιττωµάτων ἔκκρισιν ὑπαλλαττοµένοις, ἀλλὰ καὶ τοῖς βάρεσι τοῖς κατ’ αὐτὸ, καὶ ὄγκοις, καὶ ἀλγήµασιν, οὐ τοῖς ἐγχωρίοις µόνον, ἀλλὰ καὶ κατὰ συµπάθειαν ὅσα γίνεται, κατά τινα δυσπνοίας ἰδέαν καὶ βηχός. οὕτως δὲ καὶ τὰ κατὰ τὴν γαστέρα τοῖς περὶ τὴν πέψιν τε καὶ τὴν ὄρεξιν τῆς ὑγρᾶς ἢ ξηρᾶς προσφορᾶς, ἢ περὶ τὴν τῶν περιττωµάτων ἔκκρισιν ἁµαρτανοµένοις· ὡσαύτως δὲ καὶ τοῖς λυγξὶν, ἐρυγαῖς, ναυτίαις, ἐµέτοις, αὐταῖς τῶν ἐµουµένων ταῖς ἰδέαις. καὶ µέν γε καὶ ὅσα κατὰ θώρακα, δυσπνοίαις, βηξὶν, ὀδύναις ταῖς κατ’ αὐτὸν, τῇ τῶν ἀναβηττοµένων διαφορᾷ. καὶ τὰ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν νοσήµατα, δύσπνοιά τε καὶ βὴξ, ἥ τε κατὰ τὸν τόπον ὀδύνη, τά τε ἀναπτυόµενα, καὶ αἱ τῆς φωνῆς βλάβαι γνωρίζουσιν. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων µορίων ἁπάντων ἐξ ὄγκου, καὶ ὀδύνης, καὶ βλάβης ἐνεργειῶν, ἔτι τε τῆς τῶν ἐκκρινοµένων διαφορᾶς αἱ διαγνώσεις ἔσονται. ὄγκους µὲν δὴ τοὺς παρὰ φύσιν ἐν φλεγµοναῖς, καὶ ἐρυσιπέλασι, καὶ σκίῤῥοις, καὶ οἰδήµασιν ἐξεταστέον. ἄλγηµα δὲ, καθ’ ὃν ἂν ἐρείδῃ τόπον, ἤτοι συνεχείας λύσιν, ἢ ἀλλοίωσιν ἀθρόαν ἐνδείκνυται. λύεται µὲν οὖν ἡ συνέχεια τοµῇ, καὶ διαβρώσει, καὶ θλάσει, καὶ τάσει. ἀλλοιοῦται δὲ ἡ οὐσία θερµότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι. βλάπτεται δὲ ἡ ἐνέργεια τριχῶς, ἢ ἀῤῥώστως, ἢ πληµµελῶς, ἢ µηδ’ ὅλως γιγνοµένη. ὅσα δ’ ἐκκρίνεται, τὰ µὲν ὡς µόρια τῶν πεπονθότων, τὰ δὲ ὡς περιττώµατα, τὰ δὲ ὡς ἐν αὐτοῖς περιεχόµενα, κατὰ φύσιν ἕκαστον ἔνδειξιν ἰδίαν ποιήσεται. λέλεκται δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ τῶν πεπονθότων τόπων πραγµατείᾳ, µηδενὸς αὐτὴν ὑπὸ µέθοδον τῶν ἔµπροσθεν ἀγαγόντος, ἢ τὸ τέλειον ἀποδόντος, ὥσπερ οὐδ’ ἄλλην οὐδεµίαν ὧν ὑπήρξαντο µὲν οἱ παλαιοὶ, οὐ συνετέλεσαν δέ. τῶν µὲν δὴ νοσούντων σωµάτων ἐξ ἐκείνης τῆς πραγµατείας µανθάνειν χρὴ τὰ γνωρίσµατα, τῶν νοσησόντων δὲ καὶ τῶν ὑγιασθησοµένων ἐκ τῆσδε τῆς µεθόδου.