Добавить в цитаты Настройки чтения

Страница 25 из 39



15. Τῆς δὲ τῶν ὄρχεων κράσεως ἡ θερµὴ µὲν ἀφροδισιαστική τέ ἐστι, καὶ ἀῤῥενόγονος, καὶ γόνιµος, καὶ ταχέως δασύνει τὰ γεννητικὰ µόρια, συνεφάπτεται δὲ καὶ τῶν πέριξ, ἡ ψυχρὰ δὲ τἀναντία. καὶ ἡ µὲν ὑγρὰ πολύσπερµός τέ ἐστι καὶ ὑγρόσπερµος, ἡ ξηρὰ δὲ ὀλιγόσπερµός τε καὶ µετρίως παχύσπερµος. ἡ θερµοτέρα δὲ καὶ ξηροτέρα παχυσπερµοτάτη τέ ἐστι καὶ γονιµωτάτη, καὶ τάχιστα πρὸς συνουσίαν ἐπεγείρει τὸ ζῶον εὐθέως ἐξ ἀρχῆς. ἀτὰρ οὖν οἱ τοιοῦτοι καὶ δασύνονται τάχιστα τὰ γεννητικὰ µόρια καὶ σύµπαντα τὰ πέριξ, ἄνω µὲν ἄχρι τῶν κατὰ τὸν ὀµφαλὸν χωρίων, κάτω δὲ µέχρι µέσων µηρῶν. ὁρµητικὴ µὲν οὖν ἡ τοιαύτη κρᾶσις ἱκανῶς ἐπ’ ἀφροδίσια, τάχιστα δὲ ἐµπιπλαµένη καὶ, εἰ βιάσαιτο, βλαπτοµένη. συνελθούσης δὲ ὑγρότητος τῇ θερµότητι, λάσιοι µὲν ἧττον οἱ τοιοῦτοι, πολύσπερµοι δὲ µᾶλλον, οὐ µὴν ὀρέγονταί γε µᾶλλον τῶν ἑτέρων, ἐξαρκοῦσι δ’ ἀβλαβέστερον ἀφροδισίοις πλείοσιν. εἰ δ’ ἱκανῶς ἄµφω συναυξηθείη τό θ’ ὑγρὸν καὶ θερµὸν, οὐδ’ ἀβλαβῶς ἀπέχονται τῶν ἀφροδισίων. εἰ δ’ ὑγρότεροι καὶ ψυχρότεροι τὴν κρᾶσιν οἱ ὄρχεις γένοιντο, ψιλὰ τὰ πέριξ τριχῶν, καὶ βραδέως ἀφροδισιάζειν ἄρχονται, καὶ οὐδ’ ὁρµητικοὶ πρὸς τὴν ἐνέργειάν εἰσιν, ὑδατῶδες δὲ καὶ λεπτὸν αὐτοῖς τὸ σπέρµα καὶ ὀλίγον ἐστὶ, καὶ θηλύγονον, καὶ ἄγονον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα κρᾶσις ὁµοία µὲν τἄλλα τῇ προειρηµένη κράσει, παχύτερον δ’ αὐτοῖς τὸ σπέρµα, καὶ παντάπασιν ὀλίγον.

16. Αἱ δ’ ὅλου τοῦ σώµατος ἕξεις εἴρηνται µέν που καὶ πρόσθεν, ὡς ὁµοιοῦνται καρδίᾳ καὶ ἥπατι· κρατεῖ δὲ ἡ ὁµοιότης τοῦ σφοδροτέραν ἔχοντος ἡντιναοῦν τῶν πρώτων ποιοτήτων, ἃς δὴ καὶ δραστικὰς ὀνοµάζουσιν. ὅλου δὲ τοῦ σώµατος ἡ ἕξις ἐπ’ ἐκείνων λέγεται µάλιστα τῶν µορίων, ὅσα θεωµένοις ὑποπίπτει πρῶτα. µύες δέ εἰσιν οὗτοι, πᾶσι τοῖς ὀστοῖς περιβεβληµένοι, σύνθετοί τινες σάρκες ἔκ τε τῆς ἁπλῆς τῆς πρώτης σαρκὸς, ἔτι τε τῶν ἰνῶν, αἷς αὗται περιπεφύκασιν. ἡ γὰρ οἰκεία τῶν µυῶν οὐσία ταῦτ’ ἐστιν ἄµφω. τὰ δ’ εἰς αὐτοὺς ἥκοντα τῶν ἀγγείων οἷον ὀχετοί τινές εἰσιν, οὐ συµπληροῦντες αὐτῶν τὴν οὐσίαν, ἀλλ’ ὑπηρετοῦντες εἰς διαµονήν. εἰρήσεται γοῦν καὶ τὰ τῆς τούτων κράσεως γνωρίσµατα κατὰ τὴν εὔκρατον οἴκησιν. ἐξαλλάττουσι γὰρ αἱ δύσκρατοι τὸ δέρµα, καθ’ ἑαυτὰς τυποῦσαι, καὶ διαφθείρουσιν ἔνια τῶν γνωρισµάτων. οὕτως δὲ καὶ εἰ κατὰ τὴν εὔκρατον χώραν ὥρᾳ θέρους ἑαυτὸν ἡλίῳ τις παραβάλλοι γυµνὸν, ἐξαλλάξει τῶν γνωρισµάτων ὅσα κατὰ χρόαν τέ ἐστι καὶ τὴν ἐν µαλακότητι καὶ σκληρότητι σύστασιν. εἰ δ’, ὥσπερ εὔκρατόν ἐστι τὸ χωρίον, οὕτως καὶ αὐτὸς εὐκράτως διαιτῷτο, µήτ’ ἐξοπτώµενος ἐν ἡλίῳ γυµνὸς ἑκάστης ἡµέρας ἐπὶ πλεῖστον, ἀλλὰ µήθ’, ὥσπερ ἔνιοι, δίκην παρθένου σκιατραφούµενος, ἀκριβῆ τὰ τῆς κράσεως ἐνδείξεται γνωρίσµατα. καὶ τοίνυν ὡς ἐπὶ τούτων τοῦ λόγου γενησοµένου, προσέχωµεν ἤδη τὸν νοῦν αὐτῷ. συµµέτρου κράσεως γνωρίσµατα πρὸς ὅλην τοῦ ζώου τὴν ἕξιν ἡ χροιὰ µὲν ἐξ ἐρυθροῦ καὶ λευκοῦ συµµιγής· αἱ τρίχες δὲ ξανθαὶ µετρίως καὶ οὖλαι τὰ πολλά· συµµετρία δὲ σαρκώσεως ἐν ποσότητι καὶ ποιότητι. µέσον γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον σῶµα πασῶν τῶν ὑπερβολῶν, ὡς ἂν καὶ νοουµένων τε καὶ λεγοµένων πρὸς αὐτό. καὶ γὰρ τὸ παχὺ σῶµα πρὸς τοῦτο λέγεται παχὺ, καὶ τὸ λεπτὸν ὡσαύτως πρὸς τοῦτο, πολύσαρκόν τε καὶ ὀλιγόσαρκον, καὶ πιµελῶδες, καὶ σκληρὸν, καὶ µαλακὸν, καὶ λάσιον, καὶ ψιλόν. οὐδὲν οὖν τούτων ἐστὶ τὸ σύµµετρον, ἀλλ’ οἷος ὁ Πολυκλείτου κανὼν εἰς ἄκρον ἥκει συµµετρίας ἁπάσης, ὡς ψαυόντων µὲν µήτε µαλακὸν φαίνεσθαι, µήτε σκληρὸν, µήτε θερµὸν, µήτε ψυχρὸν, ὁρώντων δὲ µήτε λάσιον, µήτε ψιλὸν, µήτε παχὺ, µήτε ἰσχνὸν, ἤ τινα ἑτέραν ἔχον ἀµετρίαν. Οσα δὲ τοῦ συµµέτρου θερµότερα µέν ἐστιν, οὐ µὴν ὑγρότερά γε, ἢ ξηρότερα κατὰ τὸ σαρκῶδες γένος, καὶ ὑπὲρ τούτου γὰρ ὁ ἐνεστηκὼς λόγος, φαίνεται µὲν δήπου καὶ ἁπτοµένοις θερµότερα τοσοῦτον, ὅσον πέρ ἐστι τῇ κράσει θερµότερα. λασιώτερα δὲ τοσοῦτον ἔσται, ὅσον περ καὶ θερµότερα, καὶ πιµελῆς ἧττον ἔχοντα, τῇ χροιᾷ δὲ ἐξέρυθρα, καὶ µελανότριχα εἶναι. ψυχροτέρας δὲ κράσεως σηµεῖα τὸ ἄτριχον, τὸ πιµελῶδες, τὸ ψυχρὸν ἁπτοµένοις. ἡ χροιὰ δ’ αὐτοῖς ἅµα ταῖς θριξὶ πυῤῥοτέρα. πολλῆς δὲ τῆς ψύξεως οὔσης, πελιδνή πώς ἐστιν, καὶ καλεῖν ἔθος ἐστὶν ἐνίοις τῶν ἰατρῶν τοὺς τοιούτους µολυβδοχρῶτας. ἡ δὲ ξηροτέρα κρᾶσις ἰσχνοτέρα τέ ἐστι καὶ σκληροτέρα τῆς εὐκράτου τοσοῦτον, ὅσον περ ἂν ᾖ ξηροτέρα, τὰ δ’ ἄλλα παραπλήσιος. καὶ ἡ ὑγροτέρα δὲ τὰ µὲν ἄλλα παραπλήσιος, εὐσαρκοτέρα δὲ καὶ µαλακωτέρα.

17. Καὶ µὴν καὶ κατὰ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι γινόµεναι σύνθετον ἔχουσι καὶ τὴν τῶν γνωρισµάτων ἰδέαν. ἡ µὲν γὰρ θερµοτέρα καὶ ξηροτέρα, λασιωτέρα, καὶ θερµοτέρα, καὶ σκληροτέρα, καὶ ἀπίµελός ἐστι, καὶ ἰσχνὴ, καὶ µελανόθριξ. εἰ δὲ ἐπὶ πλέον ἥκει θερµότητος, καὶ µελάγχρους. ἡ θερµοτέρα καὶ ὑγροτέρα κρᾶσις µαλακωτέρα τε καὶ εὐσαρκοτέρα, καὶ θερµοτέρα τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν, εἰς ὅσον ἀµφοτέραις αὐξηθῇ ταῖς ποιότησιν. ἐπὶ πλεῖστον δὲ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίµως ἁλίσκεται νοσήµασιν, ὅτι καὶ κακόχυµος ἑτοίµως γίγνεται. εἰ δ’ ὀλίγῳ µὲν ὑγροτέρα εἴη, παµπόλλῳ δὲ θερµοτέρα, καὶ µαλακώτεροι µὲν ὀλίγῳ τῶν συµµέτρων οἱ τοιοῦτοι, καὶ σαρκωδέστεροι, λασιώτεροι δὲ οὐκ ὀλίγῳ· καὶ µὲν δὴ καὶ ἁπτοµένοις οὐκ ὀλίγῳ θερµότεροι. µέλαιναι δ’ αὐτοῖς αἱ τρίχες, καὶ ἡ σὰρξ ἀπίµελος. εἰ δ’ ὀλίγῳ µὲν εἴη θερµοτέρα, παµπόλλῳ δὲ ὑγροτέρα, µαλακὴ τούτοις ἐστὶν ἡ σὰρξ, καὶ πολλὴ, καὶ τὸ χρῶµα συµµιγὲς ἐξ ἐρυθροῦ καὶ λευκοῦ, καὶ ψαυόντων ὀλίγῳ θερµότεροι. συλλήβδην δ’ εἰπεῖν ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων, ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσµατα. ἡ ψυχροτέρα δὲ καὶ ὑγροτέρα κρᾶσις, ἐπ’ ὀλίγον µὲν ἀµφοῖν ηὐξηµένων, ἄτριχός τέ ἐστι καὶ λευκὴ, καὶ µαλακὴ, καὶ παχεῖα, καὶ πιµελώδης. ἐπὶ πλεῖον δὲ τὰ µὲν ἄλλα κατὰ ἀναλογίαν τῆς τῶν ποιοτήτων αὐξήσεως· ἡ χροιὰ δὲ ἅµα ταῖς θριξὶ πυῤῥὰ, καθάπερ γε καὶ εἰ ἐπὶ πλεῖστον ἀµφοῖν ηὐξηµένων πελιδνή. εἰ δ’ ἄνισος ἡ αὔξησις εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς µᾶλλον ηὐξηµένης ἴδια. εἰ δὲ τὸ ψυχρὸν ἅµα τῷ ξηρῷ κατ’ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἴσχουσι τὸ σῶµα, καὶ ἄτριχον, ἁπτοµένοις δὲ ψυχρόν. ἡ πιµελὴ δὲ ὅµως αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί. τὰ δὲ τῶν τριχῶν καὶ τῆς χροιᾶς ἀνάλογον τῷ µέτρῳ τῆς ψυχρότητος. µεταπεσούσης δὲ τῆς θερµῆς καὶ ξηρᾶς κράσεως ἐν τῷ χρόνῳ τῆς παρακµῆς εἰς τὴν ξηράν τε καὶ ψυχρὰν, ἡ ἕξις τῶν τοιούτων ἰσχνὴ καὶ σκληρὰ, µελαγχολικὴ δέ ἐστι καὶ διὰ τοῦτο µέλαινά τε ἅµα καὶ δασεῖα. κρατούσης δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολὺ, τῆς δ’ ἑτέρας ὀλίγον τι τοῦ συµµέτρου παραλλαττούσης, ἐπικρατήσει µὲν τὰ τῆς ἐπικρατούσης, ἀµυδρὰ δὲ ἔσται τὰ τῆς ἑτέρας γνωρίσµατα. ἐπὶ πᾶσι δὲ τοῖς εἰρηµένοις τε καὶ µέλλουσι λέγεσθαι κοινὸν γνώρισµα κράσεως, εἰ µὲν εὔψυκτον εἴη τὸ µόριον, ἤτοι ψυχρότητος, ἢ ἀραιότητος, εἰ δὲ δύσψυκτον, ἤτοι θερµότητος, ἢ πυκνότητος, εἰ δ’ ὑπὸ τῶν ξηραινόντων βλάπτοιτο, αὐχµηρόν τε, καὶ ξηρὸν, καὶ δυσκίνητον γένοιτο, ξηρότητος, ὥσπερ γε καὶ εἰ βαρύνοιτο πρὸς τῶν ὑγραινόντων, ὑγρότητος. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ µύες, ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούµενον ἐν ἅπασι πηλικότητα τῶν ὑποβεβληµένων ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ τὸ µέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον ἐπὶ τοῖς µυσὶ, διὰ δὲ τὴν στενότητα τῶν ὀστῶν τοιοῦτον φανταζόµενον. οὕτως δὲ καὶ παχύτερον ἐνίοις εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανοµένη τε καὶ µειουµένη, σκληροτέρα τε καὶ µαλακωτέρα γενοµένη, ξηρότερον ἢ ὑγρότερον ἀποφαίνει τὸ µόριον. ἡ µὲν οὖν ὀλίγη τε καὶ σκληρὰ, τὸ ξηρότερον· ἡ πολλὴ δὲ καὶ ἡ µαλακὴ, τὸ ὑγρότερον. οὕτω δὲ καὶ αἱ µεταξὺ χῶραι τῶν ὁµοιοµερῶν σωµάτων, ἤτοι πλέον ὑγρὸν ἐν αὐταῖς, ἢ ἔλαττον περιέχουσαι, καὶ ἤτοι παχύτερον, ἢ λεπτότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ἀποφαίνει τὸ µόριον· ὑγρότερον µὲν, ἔνθα λεπτοτέρα τε καὶ πλείων ἐστὶν ἡ ὑγρότης, ξηρότερον δὲ, ὅπου παχυτέρα τε ἅµα καὶ ἐλάττων. αὐτὰ µὲν γὰρ τὰ στερεὰ τοῦ σώµατος µόρια, τὰ ὄντως στερεὰ καὶ πρῶτα, κατ’ οὐδένα τρόπον οἷόν τέ ἐστιν ὑγρότερα ποιεῖν, ἀλλ’ ἱκανὸν, εἰ κωλύει τις αὐτὰ µὴ διὰ ταχέων ξηραίνεσθαι, τὰς δὲ διαλαµβανούσας αὐτὰ χώρας ἔνεστι πληροῦν ὑγρότητος, ἤτοι τοίας, ἢ τοίας. τοιαύτη δέ ἐστιν ἡ οἰκεία τροφὴ τῶν ὁµοιοµερῶν ἐκ παραθέσεως, οὐ δι’ ἀγγείων ἑλκοµένη. κοινὸς δὲ καὶ οὗτος ὁ λόγος ἁπάντων ἐστὶ τῶν µορίων, καὶ ῥηθήσεται καὶ αὖθις ἐν τῇ τῶν ὑγιεινῶν καὶ νοσωδῶν αἰτίων διδασκαλίᾳ. νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώµεθα.